Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 47.6 Dem. 47.9 (English) >>Dem. 47.13

47.8τὴν δὲ ἄνθρωπον περὶ τῆς αἰκείας βασανίζεσθαι, ἐφʼ ἐγὼ διώκω δίκῃ τὸν Θεόφημον, ἐπειδὴ τότε οὐ παρέσχεν, καὶ τὸν ἔλεγχον ἐξ ὧν Θεόφημος ἔλεγεν τότε ἐξαπατῶν τοὺς δικαστάς, ἐκ τούτων γίγνεσθαι; ἔφη γὰρ ἐν τῇ δίκῃ τῆς αἰκείας τοὺς μὲν μάρτυρας τοὺς παραγενομένους καὶ μαρτυροῦντας τὰ γενόμενα ἐν γραμματείῳ κατὰ τὸν νόμον ψευδεῖς εἶναι καὶ ὑπʼ ἐμοῦ παρεσκευασμένους, τὴν δʼ ἄνθρωπον τὴν παραγενομένην ἐρεῖν τἀληθῆ, οὐκ ἐκ γραμματείου μαρτυροῦσαν, ἀλλʼ ἐκ τῆς ἰσχυροτάτης μαρτυρίας, βασανιζομένην, ὁπότερος ἦρξε χειρῶν ἀδίκων. 47.9 δή, λόγῳ τότε καταχρώμενος καὶ μάρτυρας παρεχόμενος τούτων, ἠπάτα τοὺς δικαστάς, νῦν ἐξελέγχεται ψευδῆ ὄντα· τὸ γὰρ σῶμα τῆς ἀνθρώπου οὐ τολμᾷ παραδοῦναι, μεμαρτυρήκασιν αὐτὸν ἐθέλειν παραδοῦναι, ἀλλὰ μᾶλλον προῄρηται τὸν ἀδελφὸν καὶ τὸν κηδεστὴν ψευδομαρτυρίων ἀγωνίζεσθαι παραδοῦναι τὸ σῶμα τῆς ἀνθρώπου καὶ δικαίως ἀπηλλάχθαι, καὶ μὴ διὰ λόγων καὶ δεήσεως, ἐὰν δύνωνται ἐξαπατήσαντες ὑμᾶς ἀποφεύγειν, 47.10πολλάκις ἐμοῦ προκαλεσαμένου καὶ ἐξαιτήσαντος τὴν ἄνθρωπον καὶ τότε ἀξιοῦντος παραλαμβάνειν καὶ μετὰ τὴν δίκην, καὶ ὅτε ἐξέτινον αὐτοῖς, καὶ ἐφʼ ἐγὼ δίκῃ τὸν Θεόφημον διώκω τῆς αἰκείας, καὶ ἐν τῇ ἀνακρίσει τῶν ψευδομαρτυρίων, καὶ τούτων οὐ προσποιουμένων, ἀλλὰ λόγῳ μὲν μαρτυρούντων τὰ ψευδῆ, ἔργῳ δὲ οὐ παραδιδόντων τὴν ἄνθρωπον· εὖ γὰρ ᾔδεσαν ὅτι βασανιζομένης αὐτῆς ἐξελεγχθήσονται ἀδικοῦντες, οὐκ ἀδικούμενοι. ὡς δὲ ταῦτα ἀληθῆ λέγω, τούτων ὑμῖν ἀναγνώσεται τὰς μαρτυρίας.Μαρτυρίαι



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 47.6 Dem. 47.9 (English) >>Dem. 47.13

Powered by PhiloLogic